Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
1Pe 3:1 Ὁμοίως, αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα, καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται,
1Pe 3:2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν.
1Pe 3:3 Ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος·
1Pe 3:4 ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές.
1Pe 3:5 Οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν·
1Pe 3:6 ὡς Σάρρα ὑπήκουσεν τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
1Pe 3:7 Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
1Pe 3:8 Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες·
1Pe 3:9 μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
1Pe 3:10 Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾷν, καὶ ἰδεῖν ἡμέρας ἀγαθάς, παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ, καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον·
1Pe 3:11 ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν· ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν.
1Pe 3:12 Ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
1Pe 3:13 Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε;
1Pe 3:14 Ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε, μηδὲ ταραχθῆτε·
1Pe 3:15 κύριον δὲ τὸν θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν· ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μετὰ πρᾳΰτητος καὶ φόβου·
1Pe 3:16 συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν χριστῷ ἀναστροφήν.
1Pe 3:17 Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας.
1Pe 3:18 Ὅτι καὶ χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκί, ζῳοποιηθεὶς δὲ πνεύματι,
1Pe 3:19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν,
1Pe 3:20 ἀπειθήσασίν ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος·
1Pe 3:21 ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ χριστοῦ,
1Pe 3:22 ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

List of Articles
번호 분류 제목
62 Luke Byzantine Text Form, Luke, Chapter 18
61 Luke Byzantine Text Form, Luke, Chapter 17
60 Luke Byzantine Text Form, Luke, Chapter 16
59 Luke Byzantine Text Form, Luke, Chapter 15
58 Luke Byzantine Text Form, Luke, Chapter 14
57 Luke Byzantine Text Form, Luke, Chapter 13
56 Luke Byzantine Text Form, Luke, Chapter 12
55 Luke Byzantine Text Form, Luke, Chapter 11
54 Luke Byzantine Text Form, Luke, Chapter 10
53 Luke Byzantine Text Form, Luke, Chapter 09
52 Luke Byzantine Text Form, Luke, Chapter 08
51 Luke Byzantine Text Form, Luke, Chapter 07
50 Luke Byzantine Text Form, Luke, Chapter 06
49 Luke Byzantine Text Form, Luke, Chapter 05
48 Luke Byzantine Text Form, Luke, Chapter 04
47 Luke Byzantine Text Form, Luke, Chapter 03
46 Luke Byzantine Text Form, Luke, Chapter 02
45 Luke Byzantine Text Form, Luke, Chapter 01
44 Mark Byzantine Text Form, Mark, Chapter 16
43 Mark Byzantine Text Form, Mark, Chapter 15
42 Mark Byzantine Text Form, Mark, Chapter 14
41 Mark Byzantine Text Form, Mark, Chapter 13
40 Mark Byzantine Text Form, Mark, Chapter 12
39 Mark Byzantine Text Form, Mark, Chapter 11
38 Mark Byzantine Text Form, Mark, Chapter 10
37 Mark Byzantine Text Form, Mark, Chapter 09
36 Mark Byzantine Text Form, Mark, Chapter 08
35 Mark Byzantine Text Form, Mark, Chapter 07
34 Mark Byzantine Text Form, Mark, Chapter 06
33 Mark Byzantine Text Form, Mark, Chapter 05
32 Mark Byzantine Text Form, Mark, Chapter 04
31 Mark Byzantine Text Form, Mark, Chapter 03
30 Mark Byzantine Text Form, Mark, Chapter 02
29 Mark Byzantine Text Form, Mark, Chapter 01
28 Matthew Byzantine Text Form, Matthew, Chapter 28
27 Matthew Byzantine Text Form, Matthew, Chapter 27
26 Matthew Byzantine Text Form, Matthew, Chapter 26
25 Matthew Byzantine Text Form, Matthew, Chapter 25
24 Matthew Byzantine Text Form, Matthew, Chapter 24
23 Matthew Byzantine Text Form, Matthew, Chapter 23
22 Matthew Byzantine Text Form, Matthew, Chapter 22
21 Matthew Byzantine Text Form, Matthew, Chapter 21
20 Matthew Byzantine Text Form, Matthew, Chapter 20
19 Matthew Byzantine Text Form, Matthew, Chapter 19
18 Matthew Byzantine Text Form, Matthew, Chapter 18
17 Matthew Byzantine Text Form, Matthew, Chapter 17
16 Matthew Byzantine Text Form, Matthew, Chapter 16
15 Matthew Byzantine Text Form, Matthew, Chapter 15
14 Matthew Byzantine Text Form, Matthew, Chapter 14
13 Matthew Byzantine Text Form, Matthew, Chapter 13
12 Matthew Byzantine Text Form, Matthew, Chapter 12
11 Matthew Byzantine Text Form, Matthew, Chapter 11
10 Matthew Byzantine Text Form, Matthew, Chapter 10
9 Matthew Byzantine Text Form, Matthew, Chapter 09
8 Matthew Byzantine Text Form, Matthew, Chapter 08
7 Matthew Byzantine Text Form, Matthew, Chapter 07
6 Matthew Byzantine Text Form, Matthew, Chapter 06
5 Matthew Byzantine Text Form, Matthew, Chapter 05
4 Matthew Byzantine Text Form, Matthew, Chapter 04
3 Matthew Byzantine Text Form, Matthew, Chapter 03
2 Matthew Byzantine Text Form, Matthew, Chapter 02
1 Matthew Byzantine Text Form, Matthew, Chapter 01
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소