Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Rom 1:1 Παῦλος, δοῦλος Ἰησοῦ χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ,
Rom 1:2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις,
Rom 1:3 περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα,
Rom 1:4 τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει, κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν,
Rom 1:5 δι᾽ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν, ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
Rom 1:6 ἐν οἷς ἐστὲ καὶ ὑμεῖς, κλητοὶ Ἰησοῦ χριστοῦ·
Rom 1:7 πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.
Rom 1:8 Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
Rom 1:9 Μάρτυς γάρ μού ἐστιν ὁ θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι,
Rom 1:10 πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.
Rom 1:11 Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν, εἰς τὸ στηριχθῆναι ὑμᾶς,
Rom 1:12 τοῦτο δέ ἐστιν, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.
Rom 1:13 Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς- καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο- ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.
Rom 1:14 Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί·
Rom 1:15 οὕτως τὸ κατ᾽ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
Rom 1:16 Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ χριστοῦ· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
Rom 1:17 Δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
Rom 1:18 Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων·
Rom 1:19 διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ θεὸς αὐτοῖς ἐφανέρωσεν.
Rom 1:20 Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους·
Rom 1:21 διότι γνόντες τὸν θεόν, οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ᾽ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.
Rom 1:22 Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν,
Rom 1:23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
Rom 1:24 Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς·
Rom 1:25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.
Rom 1:26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν·
Rom 1:27 ὁμοίως τε καὶ οἱ ἄρρενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
Rom 1:28 Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,
Rom 1:29 πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστάς,
Rom 1:30 καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς,
Rom 1:31 ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας·
Rom 1:32 οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.

List of Articles
번호 분류 제목
128 Romans Byzantine Text Form, Romans, Chapter 11
127 Romans Byzantine Text Form, Romans, Chapter 10
126 Romans Byzantine Text Form, Romans, Chapter 09
125 Romans Byzantine Text Form, Romans, Chapter 08
124 Romans Byzantine Text Form, Romans, Chapter 07
123 Romans Byzantine Text Form, Romans, Chapter 06
122 Romans Byzantine Text Form, Romans, Chapter 05
121 Romans Byzantine Text Form, Romans, Chapter 04
120 Romans Byzantine Text Form, Romans, Chapter 03
119 Romans Byzantine Text Form, Romans, Chapter 02
» Romans Byzantine Text Form, Romans, Chapter 01
117 Acts Byzantine Text Form, Acts, Chapter 28
116 Acts Byzantine Text Form, Acts, Chapter 27
115 Acts Byzantine Text Form, Acts, Chapter 26
114 Acts Byzantine Text Form, Acts, Chapter 25
113 Acts Byzantine Text Form, Acts, Chapter 24
112 Acts Byzantine Text Form, Acts, Chapter 23
111 Acts Byzantine Text Form, Acts, Chapter 22
110 Acts Byzantine Text Form, Acts, Chapter 21
109 Acts Byzantine Text Form, Acts, Chapter 20
108 Acts Byzantine Text Form, Acts, Chapter 19
107 Acts Byzantine Text Form, Acts, Chapter 18
106 Acts Byzantine Text Form, Acts, Chapter 17
105 Acts Byzantine Text Form, Acts, Chapter 16
104 Acts Byzantine Text Form, Acts, Chapter 15
103 Acts Byzantine Text Form, Acts, Chapter 14
102 Acts Byzantine Text Form, Acts, Chapter 13
101 Acts Byzantine Text Form, Acts, Chapter 12
100 Acts Byzantine Text Form, Acts, Chapter 11
99 Acts Byzantine Text Form, Acts, Chapter 10
98 Acts Byzantine Text Form, Acts, Chapter 09
97 Acts Byzantine Text Form, Acts, Chapter 08
96 Acts Byzantine Text Form, Acts, Chapter 07
95 Acts Byzantine Text Form, Acts, Chapter 06
94 Acts Byzantine Text Form, Acts, Chapter 05
93 Acts Byzantine Text Form, Acts, Chapter 04
92 Acts Byzantine Text Form, Acts, Chapter 03
91 Acts Byzantine Text Form, Acts, Chapter 02
90 Acts Byzantine Text Form, Acts, Chapter 01
89 John Byzantine Text Form, John, Chapter 21
88 John Byzantine Text Form, John, Chapter 20
87 John Byzantine Text Form, John, Chapter 19
86 John Byzantine Text Form, John, Chapter 18
85 John Byzantine Text Form, John, Chapter 17
84 John Byzantine Text Form, John, Chapter 16
83 John Byzantine Text Form, John, Chapter 15
82 John Byzantine Text Form, John, Chapter 14
81 John Byzantine Text Form, John, Chapter 13
80 John Byzantine Text Form, John, Chapter 12
79 John Byzantine Text Form, John, Chapter 11
78 John Byzantine Text Form, John, Chapter 10
77 John Byzantine Text Form, John, Chapter 09
76 John Byzantine Text Form, John, Chapter 08
75 John Byzantine Text Form, John, Chapter 07
74 John Byzantine Text Form, John, Chapter 06
73 John Byzantine Text Form, John, Chapter 05
72 John Byzantine Text Form, John, Chapter 04
71 John Byzantine Text Form, John, Chapter 03
70 John Byzantine Text Form, John, Chapter 02
69 John Byzantine Text Form, John, Chapter 01
68 Luke Byzantine Text Form, Luke, Chapter 24
67 Luke Byzantine Text Form, Luke, Chapter 23
66 Luke Byzantine Text Form, Luke, Chapter 22
65 Luke Byzantine Text Form, Luke, Chapter 21
64 Luke Byzantine Text Form, Luke, Chapter 20
63 Luke Byzantine Text Form, Luke, Chapter 19
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소