Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Act 23:1 Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν, Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
Act 23:2 Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.
Act 23:3 Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν, Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;
Act 23:4 Οἱ δὲ παρεστῶτες εἶπον, Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς;
Act 23:5 Ἔφη τε ὁ Παῦλος, Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
Act 23:6 Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι.
Act 23:7 Τοῦτο δὲ αὐτοῦ λαλήσαντος, ἐγένετο στάσις τῶν Φαρισαίων, καὶ ἐσχίσθη τὸ πλῆθος.
Act 23:8 Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν, μηδὲ ἄγγελον, μήτε πνεῦμα· Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.
Act 23:9 Ἐγένετο δὲ κραυγὴ μεγάλη· καὶ ἀναστάντες οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν.
Act 23:10 Πολλῆς δὲ γενομένης στάσεως, εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾽ αὐτῶν, ἐκέλευσεν τὸ στράτευμα καταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.
Act 23:11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν, Θάρσει Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτως σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.
Act 23:12 Γενομένης δὲ ἡμέρας, ποιήσαντές τινες τῶν Ἰουδαίων συστροφήν, ἀνεθεμάτισαν ἑαυτούς, λέγοντες μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀποκτείνωσιν τὸν Παῦλον.
Act 23:13 Ἦσαν δὲ πλείους τεσσαράκοντα οἱ ταύτην τὴν συνωμοσίαν πεποιηκότες·
Act 23:14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις εἶπον, Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτούς, μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.
Act 23:15 Νῦν οὖν ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ σὺν τῷ συνεδρίῳ, ὅπως αὔριον αὐτὸν καταγάγῃ πρὸς ὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.
Act 23:16 Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον, παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλεν τῷ Παύλῳ.
Act 23:17 Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, Τὸν νεανίαν τοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον· ἔχει γάρ τι ἀπαγγεῖλαι αὐτῷ.
Act 23:18 Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον, καί φησιν, Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίαν ἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι.
Act 23:19 Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ ὁ χιλίαρχος, καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν ἐπυνθάνετο, Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;
Act 23:20 Εἶπεν δὲ ὅτι Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον, ὡς μέλλοντά τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.
Act 23:21 Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσαράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν ἕτοιμοί εἰσιν προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.
Act 23:22 Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσεν τὸν νεανίαν, παραγγείλας Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με.
Act 23:23 Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν ἑκατοντάρχων εἶπεν, Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός·
Act 23:24 κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον διασώσωσιν πρὸς Φήλικα τὸν ἡγεμόνα·
Act 23:25 γράψας ἐπιστολὴν περιέχουσαν τὸν τύπον τοῦτον·
Act 23:26 Κλαύδιος Λυσίας τῷ κρατίστῳ ἡγεμόνι Φήλικι χαίρειν.
Act 23:27 Τὸν ἄνδρα τοῦτον συλληφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμην αὐτόν, μαθὼν ὅτι Ῥωμαῖός ἐστιν.
Act 23:28 Βουλόμενος δὲ γνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν·
Act 23:29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν ἄξιον θανάτου ἢ δεσμῶν ἔγκλημα ἔχοντα.
Act 23:30 Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα μέλλειν ἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων, ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰ πρὸς αὐτὸν ἐπὶ σοῦ. Ἔρρωσο.
Act 23:31 Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ τῆς νυκτὸς εἰς τὴν Ἀντιπατρίδα.
Act 23:32 Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαι σὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν·
Act 23:33 οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν, καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.
Act 23:34 Ἀναγνοὺς δὲ ὁ ἡγεμών, καὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίας ἐστίν, καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας,
Act 23:35 Διακούσομαί σου, ἔφη, ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται. Ἐκέλευσέν τε αὐτὸν ἐν τῷ πραιτωρίῳ Ἡρῴδου φυλάσσεσθαι.

List of Articles
번호 분류 제목
194 Luke Byzantine Text Form, Luke, Chapter 23
193 Luke Byzantine Text Form, Luke, Chapter 24
192 John Byzantine Text Form, John, Chapter 01
191 John Byzantine Text Form, John, Chapter 02
190 John Byzantine Text Form, John, Chapter 03
189 John Byzantine Text Form, John, Chapter 04
188 John Byzantine Text Form, John, Chapter 05
187 John Byzantine Text Form, John, Chapter 06
186 John Byzantine Text Form, John, Chapter 07
185 John Byzantine Text Form, John, Chapter 08
184 John Byzantine Text Form, John, Chapter 09
183 John Byzantine Text Form, John, Chapter 10
182 John Byzantine Text Form, John, Chapter 11
181 John Byzantine Text Form, John, Chapter 12
180 John Byzantine Text Form, John, Chapter 13
179 John Byzantine Text Form, John, Chapter 14
178 John Byzantine Text Form, John, Chapter 15
177 John Byzantine Text Form, John, Chapter 16
176 John Byzantine Text Form, John, Chapter 17
175 John Byzantine Text Form, John, Chapter 18
174 John Byzantine Text Form, John, Chapter 19
173 John Byzantine Text Form, John, Chapter 20
172 John Byzantine Text Form, John, Chapter 21
171 Acts Byzantine Text Form, Acts, Chapter 01
170 Acts Byzantine Text Form, Acts, Chapter 02
169 Acts Byzantine Text Form, Acts, Chapter 03
168 Acts Byzantine Text Form, Acts, Chapter 04
167 Acts Byzantine Text Form, Acts, Chapter 05
166 Acts Byzantine Text Form, Acts, Chapter 06
165 Acts Byzantine Text Form, Acts, Chapter 07
164 Acts Byzantine Text Form, Acts, Chapter 08
163 Acts Byzantine Text Form, Acts, Chapter 09
162 Acts Byzantine Text Form, Acts, Chapter 10
161 Acts Byzantine Text Form, Acts, Chapter 11
160 Acts Byzantine Text Form, Acts, Chapter 12
159 Acts Byzantine Text Form, Acts, Chapter 13
158 Acts Byzantine Text Form, Acts, Chapter 14
157 Acts Byzantine Text Form, Acts, Chapter 15
156 Acts Byzantine Text Form, Acts, Chapter 16
155 Acts Byzantine Text Form, Acts, Chapter 17
154 Acts Byzantine Text Form, Acts, Chapter 18
153 Acts Byzantine Text Form, Acts, Chapter 19
152 Acts Byzantine Text Form, Acts, Chapter 20
151 Acts Byzantine Text Form, Acts, Chapter 21
150 Acts Byzantine Text Form, Acts, Chapter 22
» Acts Byzantine Text Form, Acts, Chapter 23
148 Acts Byzantine Text Form, Acts, Chapter 24
147 Acts Byzantine Text Form, Acts, Chapter 25
146 Acts Byzantine Text Form, Acts, Chapter 26
145 Acts Byzantine Text Form, Acts, Chapter 27
144 Acts Byzantine Text Form, Acts, Chapter 28
143 Romans Byzantine Text Form, Romans, Chapter 01
142 Romans Byzantine Text Form, Romans, Chapter 02
141 Romans Byzantine Text Form, Romans, Chapter 03
140 Romans Byzantine Text Form, Romans, Chapter 04
139 Romans Byzantine Text Form, Romans, Chapter 05
138 Romans Byzantine Text Form, Romans, Chapter 06
137 Romans Byzantine Text Form, Romans, Chapter 07
136 Romans Byzantine Text Form, Romans, Chapter 08
135 Romans Byzantine Text Form, Romans, Chapter 09
134 Romans Byzantine Text Form, Romans, Chapter 10
133 Romans Byzantine Text Form, Romans, Chapter 11
132 Romans Byzantine Text Form, Romans, Chapter 12
131 Romans Byzantine Text Form, Romans, Chapter 13
130 Romans Byzantine Text Form, Romans, Chapter 14
129 Romans Byzantine Text Form, Romans, Chapter 15
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소