Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 18:1 Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν Κέδρων, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
Joh 18:2 ᾜδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, τὸν τόπον· ὅτι πολλάκις συνήχθη ὁ Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
Joh 18:3 Ὁ οὖν Ἰούδας, λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
Joh 18:4 Ἰησοῦς οὖν, εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτόν, ἐξελθὼν εἶπεν αὐτοῖς, Τίνα ζητεῖτε;
Joh 18:5 Ἀπεκρίθησαν αὐτῷ, Ἰησοῦν τὸν Ναζωραῖον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐγώ εἰμι. Εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν.
Joh 18:6 Ὡς οὖν εἶπεν αὐτοῖς ὅτι Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ ἔπεσον χαμαί.
Joh 18:7 Πάλιν οὖν αὐτοὺς ἐπηρώτησεν, Τίνα ζητεῖτε; Οἱ δὲ εἶπον, Ἰησοῦν τὸν Ναζωραῖον.
Joh 18:8 Ἀπεκρίθη Ἰησοῦς, Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
Joh 18:9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
Joh 18:10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτήν, καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτίον τὸ δεξιόν. Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
Joh 18:11 Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ, Βάλε τὴν μάχαιράν σου εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό;
Joh 18:12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν, καὶ ἔδησαν αὐτόν,
Joh 18:13 καὶ ἀπήγαγον αὐτὸν πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
Joh 18:14 Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις, ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀπολέσθαι ὑπὲρ τοῦ λαοῦ.
Joh 18:15 vΗκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος, καὶ ὁ ἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως·
Joh 18:16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὃς ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ εἶπεν τῇ θυρωρῷ, καὶ εἰσήγαγεν τὸν Πέτρον.
Joh 18:17 Λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Λέγει ἐκεῖνος, Οὐκ εἰμί.
Joh 18:18 Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψύχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ μετ᾽ αὐτῶν ὁ Πέτρος ἑστὼς καὶ θερμαινόμενος.
Joh 18:19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
Joh 18:20 Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, Ἐγὼ παρρησίᾳ ἐλάλησα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντοτε οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
Joh 18:21 Τί με ἐπερωτᾷς; Ἐπερώτησον τοὺς ἀκηκοότας, τί ἐλάλησα αὐτοῖς· ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.
Joh 18:22 Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς τῶν ὑπηρετῶν παρεστηκὼς ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ, εἰπών, Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
Joh 18:23 Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
Joh 18:24 Ἀπέστειλεν αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
Joh 18:25 =Ην δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος· εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; Ἠρνήσατο οὖν ἐκεῖνος, καὶ εἶπεν, Οὐκ εἰμί.
Joh 18:26 Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ;
Joh 18:27 Πάλιν οὖν ἠρνήσατο ὁ Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
Joh 18:28 ;Αγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ, καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλ᾽ ἵνα φάγωσιν τὸ Πάσχα.
Joh 18:29 Ἐξῆλθεν οὖν ὁ Πιλάτος πρὸς αὐτούς, καὶ εἶπεν, Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;
Joh 18:30 Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Εἰ μὴ ἦν οὗτος κακοποιός, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
Joh 18:31 Εἶπεν οὖν αὐτοῖς ὁ Πιλάτος, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
Joh 18:32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν, σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
Joh 18:33 Εἰσῆλθεν οὖν εἰς τὸ πραιτώριον πάλιν ὁ Πιλάτος, καὶ ἐφώνησεν τὸν Ἰησοῦν, καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
Joh 18:34 Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς, Ἀφ᾽ ἑαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι σοι εἶπον περὶ ἐμοῦ;
Joh 18:35 Ἀπεκρίθη ὁ Πιλάτος, Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
Joh 18:36 Ἀπεκρίθη Ἰησοῦς, Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
Joh 18:37 Εἶπεν οὖν αὐτῷ ὁ Πιλάτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη Ἰησοῦς, Σὺ λέγεις, ὅτι βασιλεύς εἰμι ἐγώ. Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
Joh 18:38 Λέγει αὐτῷ ὁ Πιλάτος, Τί ἐστιν ἀλήθεια; Καὶ τοῦτο εἰπών, πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.
Joh 18:39 Ἔστιν δὲ συνήθεια ὑμῖν, ἵνα ἕνα ὑμῖν ἀπολύσω ἐν τῷ Πάσχα· βούλεσθε οὖν ὑμῖν ἀπολύσω τὸν βασιλέα τῶν Ἰουδαίων;
Joh 18:40 Ἐκραύγασαν οὖν πάλιν πάντες, λέγοντες, Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

List of Articles
번호 분류 제목
128 Romans Byzantine Text Form, Romans, Chapter 16
127 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 01
126 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 02
125 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 03
124 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 04
123 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 05
122 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 06
121 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 07
120 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 08
119 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 09
118 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 10
117 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 11
116 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 12
115 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 13
114 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 14
113 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 15
112 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 16
111 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 01
110 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 02
109 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 03
108 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 04
107 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 05
106 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 06
105 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 07
104 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 08
103 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 09
102 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 10
101 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 11
100 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 12
99 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 13
98 Galatians Byzantine Text Form, Galatians, Chapter 01
97 Galatians Byzantine Text Form, Galatians, Chapter 02
96 Galatians Byzantine Text Form, Galatians, Chapter 03
95 Galatians Byzantine Text Form, Galatians, Chapter 04
94 Galatians Byzantine Text Form, Galatians, Chapter 05
93 Galatians Byzantine Text Form, Galatians, Chapter 06
92 Ephesians Byzantine Text Form, Ephesians, Chapter 01
91 Ephesians Byzantine Text Form, Ephesians, Chapter 02
90 Ephesians Byzantine Text Form, Ephesians, Chapter 03
89 Ephesians Byzantine Text Form, Ephesians, Chapter 04
88 Ephesians Byzantine Text Form, Ephesians, Chapter 05
87 Ephesians Byzantine Text Form, Ephesians, Chapter 06
86 Philippians Byzantine Text Form, Philippians, Chapter 01
85 Philippians Byzantine Text Form, Philippians, Chapter 02
84 Philippians Byzantine Text Form, Philippians, Chapter 03
83 Philippians Byzantine Text Form, Philippians, Chapter 04
82 Colossians Byzantine Text Form, Colossians, Chapter 01
81 Colossians Byzantine Text Form, Colossians, Chapter 02
80 Colossians Byzantine Text Form, Colossians, Chapter 03
79 Colossians Byzantine Text Form, Colossians, Chapter 04
78 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 01
77 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 02
76 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 03
75 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 04
74 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 05
73 2 Thessalonians Byzantine Text Form, 2 Thessalonians, Chapter 01
72 2 Thessalonians Byzantine Text Form, 2 Thessalonians, Chapter 02
71 2 Thessalonians Byzantine Text Form, 2 Thessalonians, Chapter 03
70 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 01
69 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 02
68 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 03
67 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 04
66 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 05
65 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 06
64 2 Timothy Byzantine Text Form, 2 Timothy, Chapter 01
63 2 Timothy Byzantine Text Form, 2 Timothy, Chapter 02
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소