Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 16:1 Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε.
Joh 16:2 Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ.
Joh 16:3 Καὶ ταῦτα ποιήσουσιν, ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ.
Joh 16:4 Ἀλλὰ ταῦτα λελάληκα ὑμῖν, ἵνα ὅταν ἔλθῃ ἡ ὥρα, μνημονεύητε αὐτῶν, ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ᾽ ὑμῶν ἤμην.
Joh 16:5 Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις;
Joh 16:6 Ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
Joh 16:7 Ἀλλ᾽ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς.
Joh 16:8 Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως·
Joh 16:9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ·
Joh 16:10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν πατέρα μου ὑπάγω, καὶ οὐκέτι θεωρεῖτέ με·
Joh 16:11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.
Joh 16:12 Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι.
Joh 16:13 Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν.
Joh 16:14 Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.
Joh 16:15 Πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον, ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει, καὶ ἀναγγελεῖ ὑμῖν.
Joh 16:16 Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν πατέρα.
Joh 16:17 Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους, Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; Καὶ ὅτι Ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα;
Joh 16:18 Ἔλεγον οὖν, Τοῦτο τί ἐστιν ὃ λέγει, τὸ μικρόν; Οὐκ οἴδαμεν τί λαλεῖ.
Joh 16:19 Ἔγνω οὖν ὁ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾷν, καὶ εἶπεν αὐτοῖς, Περὶ τούτου ζητεῖτε μετ᾽ ἀλλήλων, ὅτι εἶπον, Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;
Joh 16:20 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ᾽ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.
Joh 16:21 Ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον.
Joh 16:22 Καὶ ὑμεῖς οὖν λύπην μὲν νῦν ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾽ ὑμῶν.
Joh 16:23 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν. Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅσα ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.
Joh 16:24 Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.
Joh 16:25 Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἀλλ᾽ ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀναγγελῶ ὑμῖν.
Joh 16:26 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν·
Joh 16:27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ θεοῦ ἐξῆλθον.
Joh 16:28 Ἐξῆλθον παρὰ τοῦ πατρός, καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον, καὶ πορεύομαι πρὸς τὸν πατέρα.
Joh 16:29 Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ἴδε, νῦν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις.
Joh 16:30 Νῦν οἴδαμεν ὅτι οἶδας πάντα, καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες.
Joh 16:31 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Ἄρτι πιστεύετε;
Joh 16:32 Ἰδού, ἔρχεται ὥρα καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ᾽ ἐμοῦ ἐστιν.
Joh 16:33 Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.

List of Articles
번호 분류 제목
194 Luke Byzantine Text Form, Luke, Chapter 23
193 Luke Byzantine Text Form, Luke, Chapter 24
192 John Byzantine Text Form, John, Chapter 01
191 John Byzantine Text Form, John, Chapter 02
190 John Byzantine Text Form, John, Chapter 03
189 John Byzantine Text Form, John, Chapter 04
188 John Byzantine Text Form, John, Chapter 05
187 John Byzantine Text Form, John, Chapter 06
186 John Byzantine Text Form, John, Chapter 07
185 John Byzantine Text Form, John, Chapter 08
184 John Byzantine Text Form, John, Chapter 09
183 John Byzantine Text Form, John, Chapter 10
182 John Byzantine Text Form, John, Chapter 11
181 John Byzantine Text Form, John, Chapter 12
180 John Byzantine Text Form, John, Chapter 13
179 John Byzantine Text Form, John, Chapter 14
178 John Byzantine Text Form, John, Chapter 15
» John Byzantine Text Form, John, Chapter 16
176 John Byzantine Text Form, John, Chapter 17
175 John Byzantine Text Form, John, Chapter 18
174 John Byzantine Text Form, John, Chapter 19
173 John Byzantine Text Form, John, Chapter 20
172 John Byzantine Text Form, John, Chapter 21
171 Acts Byzantine Text Form, Acts, Chapter 01
170 Acts Byzantine Text Form, Acts, Chapter 02
169 Acts Byzantine Text Form, Acts, Chapter 03
168 Acts Byzantine Text Form, Acts, Chapter 04
167 Acts Byzantine Text Form, Acts, Chapter 05
166 Acts Byzantine Text Form, Acts, Chapter 06
165 Acts Byzantine Text Form, Acts, Chapter 07
164 Acts Byzantine Text Form, Acts, Chapter 08
163 Acts Byzantine Text Form, Acts, Chapter 09
162 Acts Byzantine Text Form, Acts, Chapter 10
161 Acts Byzantine Text Form, Acts, Chapter 11
160 Acts Byzantine Text Form, Acts, Chapter 12
159 Acts Byzantine Text Form, Acts, Chapter 13
158 Acts Byzantine Text Form, Acts, Chapter 14
157 Acts Byzantine Text Form, Acts, Chapter 15
156 Acts Byzantine Text Form, Acts, Chapter 16
155 Acts Byzantine Text Form, Acts, Chapter 17
154 Acts Byzantine Text Form, Acts, Chapter 18
153 Acts Byzantine Text Form, Acts, Chapter 19
152 Acts Byzantine Text Form, Acts, Chapter 20
151 Acts Byzantine Text Form, Acts, Chapter 21
150 Acts Byzantine Text Form, Acts, Chapter 22
149 Acts Byzantine Text Form, Acts, Chapter 23
148 Acts Byzantine Text Form, Acts, Chapter 24
147 Acts Byzantine Text Form, Acts, Chapter 25
146 Acts Byzantine Text Form, Acts, Chapter 26
145 Acts Byzantine Text Form, Acts, Chapter 27
144 Acts Byzantine Text Form, Acts, Chapter 28
143 Romans Byzantine Text Form, Romans, Chapter 01
142 Romans Byzantine Text Form, Romans, Chapter 02
141 Romans Byzantine Text Form, Romans, Chapter 03
140 Romans Byzantine Text Form, Romans, Chapter 04
139 Romans Byzantine Text Form, Romans, Chapter 05
138 Romans Byzantine Text Form, Romans, Chapter 06
137 Romans Byzantine Text Form, Romans, Chapter 07
136 Romans Byzantine Text Form, Romans, Chapter 08
135 Romans Byzantine Text Form, Romans, Chapter 09
134 Romans Byzantine Text Form, Romans, Chapter 10
133 Romans Byzantine Text Form, Romans, Chapter 11
132 Romans Byzantine Text Form, Romans, Chapter 12
131 Romans Byzantine Text Form, Romans, Chapter 13
130 Romans Byzantine Text Form, Romans, Chapter 14
129 Romans Byzantine Text Form, Romans, Chapter 15
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소