Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Joh 3:1 Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων·
Joh 3:2 οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτός, καὶ εἶπεν αὐτῷ, Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ᾽ αὐτοῦ.
Joh 3:3 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ.
Joh 3:4 Λέγει πρὸς αὐτὸν ὁ Νικόδημος, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;
Joh 3:5 Ἀπεκρίθη Ἰησοῦς, Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
Joh 3:6 Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν.
Joh 3:7 Μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.
Joh 3:8 Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ᾽ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος.
Joh 3:9 Ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, Πῶς δύναται ταῦτα γενέσθαι;
Joh 3:10 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραήλ, καὶ ταῦτα οὐ γινώσκεις;
Joh 3:11 Ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν· καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.
Joh 3:12 Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς, ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε;
Joh 3:13 Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ.
Joh 3:14 Καὶ καθὼς Μωσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου·
Joh 3:15 ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.
Joh 3:16 Οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.
Joh 3:17 Οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ.
Joh 3:18 Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ.
Joh 3:19 Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ πονηρὰ αὐτῶν τὰ ἔργα.
Joh 3:20 Πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ.
Joh 3:21 Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν θεῷ ἐστιν εἰργασμένα.
Joh 3:22 Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν· καὶ ἐκεῖ διέτριβεν μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν.
Joh 3:23 Ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλήμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο.
Joh 3:24 Οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.
Joh 3:25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ.
Joh 3:26 Καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ, Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
Joh 3:27 Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.
Joh 3:28 Αὐτοὶ ὑμεῖς μαρτυρεῖτε ὅτι εἶπον, Οὐκ εἰμὶ ἐγὼ ὁ χριστός, ἀλλ᾽ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.
Joh 3:29 Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται.
Joh 3:30 Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
Joh 3:31 `Ο ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστιν, καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν.
Joh 3:32 Καὶ ὃ ἑώρακεν καὶ ἤκουσεν, τοῦτο μαρτυρεῖ· καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.
Joh 3:33 Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀληθής ἐστιν.
Joh 3:34 Ὃν γὰρ ἀπέστειλεν ὁ θεός, τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα.
Joh 3:35 Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.
Joh 3:36 Ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ, οὐκ ὄψεται ζωήν, ἀλλ᾽ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ᾽ αὐτόν.

List of Articles
번호 분류 제목
128 Romans Byzantine Text Form, Romans, Chapter 16
127 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 01
126 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 02
125 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 03
124 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 04
123 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 05
122 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 06
121 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 07
120 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 08
119 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 09
118 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 10
117 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 11
116 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 12
115 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 13
114 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 14
113 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 15
112 1 Corinthians Byzantine Text Form, 1 Corinthians, Chapter 16
111 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 01
110 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 02
109 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 03
108 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 04
107 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 05
106 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 06
105 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 07
104 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 08
103 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 09
102 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 10
101 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 11
100 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 12
99 2 Corinthians Byzantine Text Form, 2 Corinthians, Chapter 13
98 Galatians Byzantine Text Form, Galatians, Chapter 01
97 Galatians Byzantine Text Form, Galatians, Chapter 02
96 Galatians Byzantine Text Form, Galatians, Chapter 03
95 Galatians Byzantine Text Form, Galatians, Chapter 04
94 Galatians Byzantine Text Form, Galatians, Chapter 05
93 Galatians Byzantine Text Form, Galatians, Chapter 06
92 Ephesians Byzantine Text Form, Ephesians, Chapter 01
91 Ephesians Byzantine Text Form, Ephesians, Chapter 02
90 Ephesians Byzantine Text Form, Ephesians, Chapter 03
89 Ephesians Byzantine Text Form, Ephesians, Chapter 04
88 Ephesians Byzantine Text Form, Ephesians, Chapter 05
87 Ephesians Byzantine Text Form, Ephesians, Chapter 06
86 Philippians Byzantine Text Form, Philippians, Chapter 01
85 Philippians Byzantine Text Form, Philippians, Chapter 02
84 Philippians Byzantine Text Form, Philippians, Chapter 03
83 Philippians Byzantine Text Form, Philippians, Chapter 04
82 Colossians Byzantine Text Form, Colossians, Chapter 01
81 Colossians Byzantine Text Form, Colossians, Chapter 02
80 Colossians Byzantine Text Form, Colossians, Chapter 03
79 Colossians Byzantine Text Form, Colossians, Chapter 04
78 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 01
77 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 02
76 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 03
75 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 04
74 1 Thessalonians Byzantine Text Form, 1 Thessalonians, Chapter 05
73 2 Thessalonians Byzantine Text Form, 2 Thessalonians, Chapter 01
72 2 Thessalonians Byzantine Text Form, 2 Thessalonians, Chapter 02
71 2 Thessalonians Byzantine Text Form, 2 Thessalonians, Chapter 03
70 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 01
69 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 02
68 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 03
67 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 04
66 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 05
65 1 Timothy Byzantine Text Form, 1 Timothy, Chapter 06
64 2 Timothy Byzantine Text Form, 2 Timothy, Chapter 01
63 2 Timothy Byzantine Text Form, 2 Timothy, Chapter 02
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소