Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Luk 22:1 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων, ἡ λεγομένη Πάσχα.
Luk 22:2 Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.
Luk 22:3 Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα.
Luk 22:4 Καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῷ αὐτοῖς.
Luk 22:5 Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.
Luk 22:6 Καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.
Luk 22:7 =Ηλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ Πάσχα.
Luk 22:8 Καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην, εἰπών, Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ Πάσχα, ἵνα φάγωμεν.
Luk 22:9 Οἱ δὲ εἶπον αὐτῷ, Ποῦ θέλεις ἑτοιμάσομεν;
Luk 22:10 Ὁ δὲ εἶπεν αὐτοῖς, Ἰδού, εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν, συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται.
Luk 22:11 Καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας, Λέγει σοι ὁ διδάσκαλος, Ποῦ ἐστιν τὸ κατάλυμα, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
Luk 22:12 Κἀκεῖνος ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
Luk 22:13 Ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς· καὶ ἡτοίμασαν τὸ Πάσχα.
Luk 22:14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ.
Luk 22:15 Καὶ εἶπεν πρὸς αὐτούς, Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν πρὸ τοῦ με παθεῖν·
Luk 22:16 λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ, ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
Luk 22:17 Καὶ δεξάμενος ποτήριον, εὐχαριστήσας εἶπεν, Λάβετε τοῦτο, καὶ διαμερίσατε ἑαυτοῖς·
Luk 22:18 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως ὅτου ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ.
Luk 22:19 Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας ἔκλασεν, καὶ ἔδωκεν αὐτοῖς, λέγων, Τοῦτό ἐστιν τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
Luk 22:20 Ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον.
Luk 22:21 Πλὴν ἰδού, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης.
Luk 22:22 Καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται.
Luk 22:23 Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
Luk 22:24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
Luk 22:25 Ὁ δὲ εἶπεν αὐτοῖς, Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.
Luk 22:26 Ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλ᾽ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς ὁ νεώτερος· καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.
Luk 22:27 Τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; Οὐχὶ ὁ ἀνακείμενος; Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.
Luk 22:28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ᾽ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·
Luk 22:29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου, βασιλείαν,
Luk 22:30 ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου καὶ καθίσεσθε ἐπὶ θρόνων, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
Luk 22:31 Εἶπεν δὲ ὁ κύριος, Σίμων, Σίμων, ἰδού, ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον·
Luk 22:32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου.
Luk 22:33 Ὁ δὲ εἶπεν αὐτῷ, Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.
Luk 22:34 Ὁ δὲ εἶπεν, Λέγω σοι, Πέτρε, οὐ μὴ φωνήσῃ σήμερον ἀλέκτωρ, πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.
Luk 22:35 Καὶ εἶπεν αὐτοῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; Οἱ δὲ εἶπον, Οὐθενός.
Luk 22:36 Εἶπεν οὖν αὐτοῖς, Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων, πωλήσει τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν.
Luk 22:37 Λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει.
Luk 22:38 Οἱ δὲ εἶπον, Κύριε, ἰδού, μάχαιραι ὧδε δύο. Ὁ δὲ εἶπεν αὐτοῖς, Ἱκανόν ἐστιν.
Luk 22:39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
Luk 22:40 Γενόμενος δὲ ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς, Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
Luk 22:41 Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο,
Luk 22:42 λέγων, Πάτερ, εἰ βούλει, παρενεγκεῖν τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω.
Luk 22:43 Ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾽ οὐρανοῦ ἐνισχύων αὐτόν.
Luk 22:44 Καὶ γενόμενος ἐν ἀγωνίᾳ, ἐκτενέστερον προσηύχετο. Ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.
Luk 22:45 Καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης,
Luk 22:46 καὶ εἶπεν αὐτοῖς, Τί καθεύδετε; Ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
Luk 22:47 ;Ετι δὲ αὐτοῦ λαλοῦντος, ἰδού, ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
Luk 22:48 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
Luk 22:49 Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ, Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ;
Luk 22:50 Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν.
Luk 22:51 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ἐᾶτε ἕως τούτου. Καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ, ἰάσατο αὐτόν.
Luk 22:52 Εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους, Ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων;
Luk 22:53 Καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ. Ἀλλ᾽ αὕτη ὑμῶν ἐστιν ἡ ὥρα, καὶ ἡ ἐξουσία τοῦ σκότους.
Luk 22:54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον, καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως. Ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
Luk 22:55 Ἁψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ συγκαθισάντων αὐτῶν, ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν.
Luk 22:56 Ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ, εἶπεν, Καὶ οὗτος σὺν αὐτῷ ἦν.
Luk 22:57 Ὁ δὲ ἠρνήσατο αὐτόν, λέγων, Γύναι, οὐκ οἶδα αὐτόν.
Luk 22:58 Καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη, Καὶ σὺ ἐξ αὐτῶν εἶ. Ὁ δὲ Πέτρος εἶπεν, Ἄνθρωπε, οὐκ εἰμί.
Luk 22:59 Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο, λέγων, Ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν.
Luk 22:60 Εἶπεν δὲ ὁ Πέτρος, Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. Καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ἀλέκτωρ.
Luk 22:61 Καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ. Καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, ἀπαρνήσῃ με τρίς.
Luk 22:62 Καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσεν πικρῶς.
Luk 22:63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ, δέροντες.
Luk 22:64 Καὶ περικαλύψαντες αὐτόν, ἔτυπτον αὐτοῦ τὸ πρόσωπον, καὶ ἐπηρώτων αὐτόν, λέγοντες, Προφήτευσον· τίς ἐστιν ὁ παίσας σε;
Luk 22:65 Καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
Luk 22:66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς καὶ γραμματεῖς, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, λέγοντες,
Luk 22:67 Εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν. Εἶπεν δὲ αὐτοῖς, Ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε·
Luk 22:68 ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι, ἢ ἀπολύσητε.
Luk 22:69 Ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ.
Luk 22:70 Εἶπον δὲ πάντες, Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; Ὁ δὲ πρὸς αὐτοὺς ἔφη, Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.
Luk 22:71 Οἱ δὲ εἶπον, Τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; Αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.

  1. Byzantine Text Form, Matthew, Chapter 01

    CategoryMatthew
    Read More
  2. Byzantine Text Form, Matthew, Chapter 02

    CategoryMatthew
    Read More
  3. Byzantine Text Form, Matthew, Chapter 03

    CategoryMatthew
    Read More
  4. Byzantine Text Form, Matthew, Chapter 04

    CategoryMatthew
    Read More
  5. Byzantine Text Form, Matthew, Chapter 05

    CategoryMatthew
    Read More
  6. Byzantine Text Form, Matthew, Chapter 06

    CategoryMatthew
    Read More
  7. Byzantine Text Form, Matthew, Chapter 07

    CategoryMatthew
    Read More
  8. Byzantine Text Form, Matthew, Chapter 08

    CategoryMatthew
    Read More
  9. Byzantine Text Form, Matthew, Chapter 09

    CategoryMatthew
    Read More
  10. Byzantine Text Form, Matthew, Chapter 10

    CategoryMatthew
    Read More
  11. Byzantine Text Form, Matthew, Chapter 11

    CategoryMatthew
    Read More
  12. Byzantine Text Form, Matthew, Chapter 12

    CategoryMatthew
    Read More
  13. Byzantine Text Form, Matthew, Chapter 13

    CategoryMatthew
    Read More
  14. Byzantine Text Form, Matthew, Chapter 14

    CategoryMatthew
    Read More
  15. Byzantine Text Form, Matthew, Chapter 15

    CategoryMatthew
    Read More
  16. Byzantine Text Form, Matthew, Chapter 16

    CategoryMatthew
    Read More
  17. Byzantine Text Form, Matthew, Chapter 17

    CategoryMatthew
    Read More
  18. Byzantine Text Form, Matthew, Chapter 18

    CategoryMatthew
    Read More
  19. Byzantine Text Form, Matthew, Chapter 19

    CategoryMatthew
    Read More
  20. Byzantine Text Form, Matthew, Chapter 20

    CategoryMatthew
    Read More
  21. Byzantine Text Form, Matthew, Chapter 21

    CategoryMatthew
    Read More
  22. Byzantine Text Form, Matthew, Chapter 22

    CategoryMatthew
    Read More
  23. Byzantine Text Form, Matthew, Chapter 23

    CategoryMatthew
    Read More
  24. Byzantine Text Form, Matthew, Chapter 24

    CategoryMatthew
    Read More
  25. Byzantine Text Form, Matthew, Chapter 25

    CategoryMatthew
    Read More
  26. Byzantine Text Form, Matthew, Chapter 26

    CategoryMatthew
    Read More
  27. Byzantine Text Form, Matthew, Chapter 27

    CategoryMatthew
    Read More
  28. Byzantine Text Form, Matthew, Chapter 28

    CategoryMatthew
    Read More
  29. Byzantine Text Form, Mark, Chapter 01

    CategoryMark
    Read More
  30. Byzantine Text Form, Mark, Chapter 02

    CategoryMark
    Read More
  31. Byzantine Text Form, Mark, Chapter 03

    CategoryMark
    Read More
  32. Byzantine Text Form, Mark, Chapter 04

    CategoryMark
    Read More
  33. Byzantine Text Form, Mark, Chapter 05

    CategoryMark
    Read More
  34. Byzantine Text Form, Mark, Chapter 06

    CategoryMark
    Read More
  35. Byzantine Text Form, Mark, Chapter 07

    CategoryMark
    Read More
  36. Byzantine Text Form, Mark, Chapter 08

    CategoryMark
    Read More
  37. Byzantine Text Form, Mark, Chapter 09

    CategoryMark
    Read More
  38. Byzantine Text Form, Mark, Chapter 10

    CategoryMark
    Read More
  39. Byzantine Text Form, Mark, Chapter 11

    CategoryMark
    Read More
  40. Byzantine Text Form, Mark, Chapter 12

    CategoryMark
    Read More
  41. Byzantine Text Form, Mark, Chapter 13

    CategoryMark
    Read More
  42. Byzantine Text Form, Mark, Chapter 14

    CategoryMark
    Read More
  43. Byzantine Text Form, Mark, Chapter 15

    CategoryMark
    Read More
  44. Byzantine Text Form, Mark, Chapter 16

    CategoryMark
    Read More
  45. Byzantine Text Form, Luke, Chapter 01

    CategoryLuke
    Read More
  46. Byzantine Text Form, Luke, Chapter 02

    CategoryLuke
    Read More
  47. Byzantine Text Form, Luke, Chapter 03

    CategoryLuke
    Read More
  48. Byzantine Text Form, Luke, Chapter 04

    CategoryLuke
    Read More
  49. Byzantine Text Form, Luke, Chapter 05

    CategoryLuke
    Read More
  50. Byzantine Text Form, Luke, Chapter 06

    CategoryLuke
    Read More
  51. Byzantine Text Form, Luke, Chapter 07

    CategoryLuke
    Read More
  52. Byzantine Text Form, Luke, Chapter 08

    CategoryLuke
    Read More
  53. Byzantine Text Form, Luke, Chapter 09

    CategoryLuke
    Read More
  54. Byzantine Text Form, Luke, Chapter 10

    CategoryLuke
    Read More
  55. Byzantine Text Form, Luke, Chapter 11

    CategoryLuke
    Read More
  56. Byzantine Text Form, Luke, Chapter 12

    CategoryLuke
    Read More
  57. Byzantine Text Form, Luke, Chapter 13

    CategoryLuke
    Read More
  58. Byzantine Text Form, Luke, Chapter 14

    CategoryLuke
    Read More
  59. Byzantine Text Form, Luke, Chapter 15

    CategoryLuke
    Read More
  60. Byzantine Text Form, Luke, Chapter 16

    CategoryLuke
    Read More
  61. Byzantine Text Form, Luke, Chapter 17

    CategoryLuke
    Read More
  62. Byzantine Text Form, Luke, Chapter 18

    CategoryLuke
    Read More
  63. Byzantine Text Form, Luke, Chapter 19

    CategoryLuke
    Read More
  64. Byzantine Text Form, Luke, Chapter 20

    CategoryLuke
    Read More
  65. Byzantine Text Form, Luke, Chapter 21

    CategoryLuke
    Read More
  66. Byzantine Text Form, Luke, Chapter 22

    CategoryLuke
    Read More
목록
Board Pagination Prev 1 2 3 4 Next
/ 4

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소