Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 17:1 Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν.
Mat 17:2 Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡς τὸ φῶς.
Mat 17:3 Καὶ ἰδού, ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας, μετ᾽ αὐτοῦ συλλαλοῦντες.
Mat 17:4 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ, κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ μίαν Ἠλίᾳ.
Mat 17:5 Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε.
Mat 17:6 Καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα.
Mat 17:7 Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν, Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
Mat 17:8 Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ τὸν Ἰησοῦν μόνον.
Mat 17:9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Mat 17:10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
Mat 17:11 Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ἠλίας μὲν ἔρχεται πρῶτον, καὶ ἀποκαταστήσει πάντα·
Mat 17:12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν.
Mat 17:13 Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
Mat 17:14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν
Mat 17:15 καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ.
Mat 17:16 Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
Mat 17:17 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ᾽ ὑμῶν; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε.
Mat 17:18 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον, καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
Mat 17:19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
Mat 17:20 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Διὰ τὴν ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
Mat 17:21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
Mat 17:22 vΑναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,
Mat 17:23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Καὶ ἐλυπήθησαν σφόδρα.
Mat 17:24 vΕλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;
Mat 17:25 Λέγει, Ναί. Καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων, Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;
Mat 17:26 Λέγει αὐτῷ ὁ Πέτρος, Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
Mat 17:27 Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.

  1. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 01

  2. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 02

  3. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 03

  4. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 04

  5. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 05

  6. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 06

  7. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 07

  8. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 08

  9. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 09

  10. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 10

  11. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 11

  12. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 12

  13. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 13

  14. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 14

  15. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 15

  16. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 16

  17. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 17

  18. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 18

  19. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 19

  20. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 20

  21. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 21

  22. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 22

  23. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 23

  24. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 24

  25. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 25

  26. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 26

  27. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 27

  28. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 28

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소