Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 11:1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
Mat 11:2 `Ο δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ,
Mat 11:3 εἶπεν αὐτῷ, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;
Mat 11:4 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε·
Mat 11:5 τυφλοὶ ἀναβλέπουσιν, καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται·
Mat 11:6 καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
Mat 11:7 Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου, Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
Mat 11:8 Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλείων εἰσίν.
Mat 11:9 Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου·
Mat 11:10 οὗτος γάρ ἐστιν περὶ οὗ γέγραπται, Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
Mat 11:11 Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ. Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν.
Mat 11:12 Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.
Mat 11:13 Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν·
Mat 11:14 καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι.
Mat 11:15 Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Mat 11:16 Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶν παιδίοις ἐν ἀγοραῖς καθημένοις, καὶ προσφωνοῦσιν τοῖς ἑταίροις αὐτῶν,
Mat 11:17 καὶ λέγουσιν, Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε.
Mat 11:18 Ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, Δαιμόνιον ἔχει.
Mat 11:19 Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.
Mat 11:20 Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν.
Mat 11:21 Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.
Mat 11:22 Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν.
Mat 11:23 Καὶ σύ, Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾍδου καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἂν μέχρι τῆς σήμερον.
Mat 11:24 Πλὴν λέγω ὑμῖν, ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ σοί.
Mat 11:25 vΕν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.
Mat 11:26 Ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Mat 11:27 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ· οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
Mat 11:28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
Mat 11:29 Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.
Mat 11:30 Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

  1. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 01

  2. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 02

  3. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 03

  4. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 04

  5. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 05

  6. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 06

  7. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 07

  8. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 08

  9. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 09

  10. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 10

  11. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 11

  12. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 12

  13. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 13

  14. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 14

  15. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 15

  16. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 16

  17. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 17

  18. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 18

  19. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 19

  20. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 20

  21. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 21

  22. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 22

  23. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 23

  24. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 24

  25. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 25

  26. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 26

  27. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 27

  28. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 28

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소