Skip to content
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
?

단축키

Prev이전 문서

Next다음 문서

크게 작게 위로 아래로 댓글로 가기 인쇄
Mat 7:1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε·
Mat 7:2 ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε· καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν.
Mat 7:3 Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;
Mat 7:4 Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου· καὶ ἰδού, ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου;
Mat 7:5 Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
Mat 7:6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν· μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
Mat 7:7 Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
Mat 7:8 Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.
Mat 7:9 Ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ;
Mat 7:10 Καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ;
Mat 7:11 Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;
Mat 7:12 Πάντα οὖν ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
Mat 7:13 Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς·
Mat 7:14 τί στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
Mat 7:15 Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων, ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες.
Mat 7:16 Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλήν, ἢ ἀπὸ τριβόλων σῦκα;
Mat 7:17 Οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ.
Mat 7:18 Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.
Mat 7:19 Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Mat 7:20 Ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
Mat 7:21 Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ᾽ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
Mat 7:22 Πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;
Mat 7:23 Καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
Mat 7:24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν·
Mat 7:25 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
Mat 7:26 Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτούς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον·
Mat 7:27 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν· καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.
Mat 7:28 Καὶ ἐγένετο ὅτε συνετέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ·
Mat 7:29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς.

  1. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 01

  2. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 02

  3. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 03

  4. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 04

  5. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 05

  6. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 06

  7. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 07

  8. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 08

  9. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 09

  10. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 10

  11. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 11

  12. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 12

  13. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 13

  14. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 14

  15. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 15

  16. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 16

  17. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 17

  18. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 18

  19. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 19

  20. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 20

  21. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 21

  22. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 22

  23. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 23

  24. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 24

  25. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 25

  26. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 26

  27. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 27

  28. No Image 15Dec
    by 한글모레
    in Matthew

    Byzantine Text Form, Matthew, Chapter 28

목록
Board Pagination Prev 1 Next
/ 1

All the Bibles, Commentaries and Dictionaries here have their own rights.
All rights are reserved for them, not for us. Thanks! Praise our great God, Christ Jesus!

HANGL Lingua Franca 한글 링구아 프랑카

sketchbook5, 스케치북5

sketchbook5, 스케치북5

나눔글꼴 설치 안내


이 PC에는 나눔글꼴이 설치되어 있지 않습니다.

이 사이트를 나눔글꼴로 보기 위해서는
나눔글꼴을 설치해야 합니다.

설치 취소